Δημοσιεύθηκε: Σάββατο 13 / 5 / 2023 , 18:38 από news_room
Η προσευχή ξεκινά με το Τρισάγιο (Άγιος ο Θεός, Δόξα Πατρί, Πάτερ Ημών) και ακολούθως ο προσευχόμενος οδηγός λέγει την προσευχή.
Η προσευχή έχει ως εξής:
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς (γ’).
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι· καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι· καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.Αμήν.
Εις το Όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ὁ Παντοδύναμος καί Φιλάνθρωπος, ὁ ἐν οὐρανῷ τῷ θρόνῳ ἐποχούμενος καί ἐν τῇ γῇ πόλεις καί κώμας καί ὁδούς πολλάς περιελθών, Αὐτός, ὁ φωτίσας τούς ἀνθρώπους τέχνην ἐπιτελεῖν τοῦ κατασκευάζειν παντός εἴδους ὀχήματα πρός διευκόλυνσιν τῶν ἀνθρωπίνων ἔργων, ἐλθέ, Κύριε, ἐγγύς ἐμοῦ καί προστάτευσον καί θωράκισόν με τῇ κραταιᾷ Σου δυνάμει, τοῦ ὁδηγεῖν συνετῶς καί φρονίμως τηρῶν τόν τῆς ὁδικῆς κυκλοφορίας κώδικα, διαφυλάττων με ἀπό παντός τροχαίου ἀτυχήματος καί κινδύνου καί βλάβης ἐμοῦ, τῶν συνεπιβατῶν μου καί τῶν συνανθρώπων ἐν ταῖς ὁδοῖς.
Χάρισαί μοι δέ, Κύριε, ὑπομονήν, εἰρήνην, σύνεσιν, ἀσφάλειαν καί ἀντίληψιν. Ἀπόστειλον ἄγγελόν Σου πιστόν ὁδηγόν καί φύλακα τῆς ζωῆς ἡμῶν.
Σύ γάρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί σωμάτων ἡμῶν καί Σοί τήν δόξαν ἀναπέμπομεν εἰς τούς αἰῶνας τῶν αἰώνων. ΑΜΗΝ.
Με πληροφορίες από την Ι.Μ. Μάνης