28 °C Athens, GR
09/08/2020

Τελευταια Νέα
Χονγκ Κονγκ: Η κατάθλιψη πλήττει μεγάλο αριθμό των κατοίκων του Η Αρχιτεκτονική του ναού του Αγίου Γεωργίου στο Οικουμενικό Πατριαρχείο 9 Αυγούστου – Μνήμη του Αγίου Αποστόλου Ματθία (Πρώτα χριστιανικά χρόνια) Πέντε οι νεκροί από τις φονικές πλημμύρες ο τραγικός απολογισμός στην Εύβοια Εντοπισμός αδασμολόγητων καπνικών προϊόντων σε όχημα 54χρονου στη Λεμεσό Αποτελέσματα ελέγχων για τα μέτρα αποφυγής της διάδοσης του κορωνοϊού – 57.612 έλεγχοι από την Αστυνομία μόνο το Σάββατο σε όλη την επικράτεια Τηλεφωνική επικοινωνία του Οικουμενικού Πατριάρχη Βαρθολομαίου με τον Πατριάρχη Αντιοχείας Ιωάννη – Ο Παναγιώτατος εξέφρασε την οδύνη του Οικουμενικού Θρόνου για τα τεκταινόμενα στο Λίβανο Κάλεσμα απέστειλε η Προέδρος της Ελληνικής Δημοκρατίας για το θέμα της Αγίας Σοφίας σε 14 ηγέτες ξένων κρατών Μήνυμα Μητροπολίτη Σαν Φρανσίσκο Γεράσιμου για την περίοδο του 15 Αυγούστου Η Εορτή της Μεταμορφώσεως στην Ιερά Μητρόπολη Λεμεσού

Η Εορτή των Πρωτοκορυφαίων Αποστόλων Πέτρου καί Παύλου στην όχθη της Τιβεριάδος θάλασσας

Τήν Κυριακήν, 29ην Ἰουνίου/12ην Ἰουλίου 2020, ἑωρτάσθη ὑπό τοῦ Πατριαρχείου ἡ μνήμη τῶν ἁγίων ἐνδόξων καί πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καί Παύλου εἰς τήν ἐπ’ ὀνόματι  αὐτῶν ἱεράν Μονήν, τήν εὑρισκομένην εἰς Καπερναούμ τήν παραθαλασσίαν πόλιν κατερειπωμένην σήμερον εἰς τήν βορειοδυτικήν ὄχθην τῆς Τιβεριάδος θαλάσσης.

Τόν Ναόν τῆς Ἱερᾶς Μονῆς ταύτης ἀνήγειρεν ὁ ἀοίδιμος Πατριάρχης Ἱεροσολύμων Δαμιανός περί τό 1935, συνετήρησε δέ μετά το 1967 ὁ μακαριστός Μητροπολίτης Πέτρας Γερμανός, ἀνεκαίνισε δέ καί ἀνέδειξε τοῦτον ὁ νῦν ἐπιστάτης μοναχός Εἰρήναρχος, ἁγιογραφήσας τοῦτον  βυζαντινῇ τῇ τέχνῃ.

Κατά τήν ἑορτήν ταύτην, ἡ Ἐκκλησία τιμᾷ τόν ἀπόστολον Πέτρον, ἀδελφόν τοῦ ἀποστόλου Ἀνδρέου, καταγόμενον ἐκ Βηθσαϊδᾶ τῆς Γαλιλαίας, ἀκολουθήσαντα ἐξ ἀρχῆς τόν Κύριον, ἀρνηθέντα Τοῦτον κατά τόν καιρόν τοῦ πάθους, μετανοήσαντα ὅμως ἅμα τῇ ἀλεκτροφωνίᾳ καί πάλιν γενόμενον δεκτόν ὑπό τοῦ Κυρίου μετά τήν Ἀνάστασιν διά τοῦ «Πέτρε φιλεῖς με;» καί γενόμενον αὐτόν Ἀπόστολον καί μάρτυρα τοῦ Κυρίου, κηρύξαντα Αὐτόν καί τό ἔργον Αὐτοῦ εἰς τά μέρη τῆς Ἀσίας, Πόντου, Κιλικίας καί ἀλλαχοῦ.

Ἡ ἐκκλησία τιμᾷ ὡσαύτως τόν Ἀπόστολον Παῦλον, ὡς πρώην διώκτην, κληθέντα ὑπό τοῦ Κυρίου δι’ ὁράματος εἰς τήν πορείαν πρός Δαμασκόν, ἀνταποκριθέντα εἰς τήν κλῆσιν, ἀναδειχθέντα σκεῦος ἐκλογῆς καί κηρύξαντα τόν Χριστόν ὑπέρ πάντας τούς ἄλλους Ἀποστόλους εἰς τόν Μεσογειακόν χῶρον ἕως καί Ρώμης καί διακριθέντα εἰς Ἀπόστολον τῶν ἐθνῶν.

Πρός τιμήν τῶν πρωτοκορυφαίων Ἀποστόλων τούτων ἐτέλεσε τήν θείαν Λειτουργίαν ὁ Μακαριώτατος εἰς τήν ὡς ἄνω Ἱεράν Μονήν, συλλειτουργούντων τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ναζαρέτ κ. Κυριακοῦ καί τοῦ Σεβασμιωτάτου Μητροπολίτου , Ἑλενουπόλεως κ. Ἰωακείμ, ψάλλοντος τοῦ μοναχοῦ Νικολάου καί μετεχόντων ὀλίγων πιστῶν, λόγῳ τῆς ἐξάρσεως καί πάλιν τοῦ COVID 19.

Εἰς τό Κοινωνικόν τῆς θείας Λειτουργίας ὁ Μακαριώτατος ἀπηύθυνε τό κάτωθι κήρυγμα:

«Τῶν Ἀποστόλων ἅπαντες, τήν κορυφήν ὑμνήσωμεν, Πέτρον καί Παῦλον τούς θείους τῆς οἰκουμένης φωστῆρας, τούς κήρυκας τῆς πίστεως, τάς θεολόγους σάλπιγγας, δογμάτων τούς ἐκφάντορας, τῆς Ἐκκλησίας τούς στύλους, καί καθαιρέτας τῆς πλάνης», ἀναφωνεῖ ὁ ὑμνῳδός τῆς Ἐκκλησίας.

Ἀγαπητοί ἐν Χριστῷ ἀδελφοί,

Εὐλαβεῖς Χριστιανοί,

Ἡ πάνσεπτός τοῦ ἁγιολέκτου ζεύγους τῶν Ἀποστόλων Πέτρου καί Παύλου ἐπιδημήσασα ἑορτή συνήγαγε πάντας ἡμᾶς σήμερον ἐν τῷ ἱερῷ προσκυνηματικῷ τούτῳ τόπῳ τῆς Καπερναούμ, ἵνα εὐχαριστιακῶς καί δοξολογικῶς τιμήσωμεν τήν ἱεράν αὐτῶν μνήμην.

Ἀμφότεροι οὗτοι οἱ κορυφαῖοι Πέτρος καί Παῦλος, πλήρεις Πνεύματος ἁγίου καί θείας Χάριτος γενόμενοι, διεκρίθησαν τῶν συναποστόλων αὐτῶν διά τόν ὑπερβάλλοντα ἔνθεον αὐτῶν ζῆλον ἀφ’ ἑνός καί διά τήν σωτηριώδη θεολογικήν ἑρμηνείαν τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου, Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀφ’ ἑτέρου.

Ἄς ἀκούσωμεν τοῦ ὑμνῳδοῦ λέγοντος διά μέν τοῦ Πέτρου: «οὐ σάρξ οὐδέ αἷμα σοι, ἀλλ’ ὁ Πατήρ ἐνέπνευσε, τόν Χριστόν θεολογεῖν, Υἱόν Θεοῦ ἀληθινόν, Ἀπόστολε Πέτρε». Διά δέ τόν Παῦλον: «Νῦν οὐδαμῶς ἐν αἰνίγματι οὐδέ ἐν ἐσόπτρῳ Χριστός σοί ὀπτάνεται, πρός πρόσωπον δέ μᾶλλον ὁρᾶται πρόσωπον, τελείαν σοι τήν γνῶσιν ἀποκαλύπτων τῆς Θεότητος».

Τό γεγονός τοῦτο μαρτυρεῖται ὑπό τοῦ Εὐαγγελιστοῦ Λουκᾶ εἰς τάς Πράξεις τῶν Ἀποστόλων, ἔνθα ὁ Ἰησοῦς Χριστός λέγει τῷ μέν Πέτρῳ: «Μακάριος εἰ Σίμων Βαριωνᾶ… κἀγώ δέ σοί λέγω ὅτι σύ εἶ Πέτρος καί ἐπί ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τήν Ἐκκλησίαν, καί πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς», (Ματθ. 16, 17-18). Τῷ δέ Παύλῳ: «Σαούλ, Σαούλ τί μέ διώκεις; Εἶπε δέ [Σαούλ], τίς εἶ Κύριε; ὁ δέ Κύριος εἶπεν· ἐγώ εἰμι Ἰησοῦς, ὅν σύ διώκεις· … εἶπε Κύριος πρός Ἀνανίαν τῷ μαθητῇ αὐτοῦ: πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος [ὁ Παῦλος] τοῦ βαστάσαι τό ὄνομά μου ἐνώπιον ἐθνῶν καί βασιλέων υἱῶν τε Ἰσραήλ», ( Πράξ. 9, 4-15).

Τό πνευματικόν καί ἠθικόν μεγαλεῖον «τῆς πέτρας τῆς πίστεως», δηλονότι τοῦ Πέτρου καί τοῦ «σκεύους τῆς ἐκλογῆς», τουτέστιν τοῦ Παύλου, καταδείκνυται εἰς δύο  τινά. Πρῶτον, οἱ ἅγιοι οὗτοι Ἀπόστολοι ἐγένοντο αὐτόπται καί αὐτήκοοι μάρτυρες τῶν ἀθεάτων μυστηρίων τῆς δόξης τοῦ ἁγίου Τριαδικοῦ Θεοῦ, τοῦ ἀποκαλυφθέντος ἐν τῷ προσώπῳ τοῦ Ἰησοῦ Χριστοῦ. «Οὐ γάρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τήν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καί παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς Ἐκείνου μεγαλειότητος», (Β’ Πέτρ. 1, 16), λέγει ὁ Πέτρος. «Ἐλεύσομαι γάρ εἰς ὀπτασίας καί ἀποκαλύψεις Κυρίου… καί οἶδα τόν τοιοῦτον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε ἐκτός τοῦ σώματος οὐκ οἶδα, ὁ Θεός οἶδεν. Ὅτι ἡρπάγη εἰς τόν παράδεισον καί ἤκουσεν ἄρρητα ρήματα, ἅ οὐκ ἐξόν ἀνθρώπῳ λαλῆσαι», (Β’ Κορ. 12, 1-4), ὁμολογεῖ ὁ θεῖος Παῦλος.

Ἐπί πλέον δέ τό κήρυγμα τῆς ξυνωρίδος τῶν ἁγίων ἡμῶν Ἀποστόλων, εἰς πάντα τά ἔθνη κατά τόν λόγον τοῦ Κυρίου: «Πορευθέντες μαθητεύσατε πάντα τά ἔθνη, βαπτίζοντες αὐτούς εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος», (Ματθ. 28,19), ἐμπνέεται ἀπό τόν Χριστόν καί τό φῶς τοῦ Χριστοῦ, καθώς τοῦτο καταγγέλλεται ὑπό τοῦ Παύλου: «Ὅσοι γάρ εἰς Χριστόν ἐβαπτίσθητε, Χριστόν ἐνεδύσασθε», (Γαλ. 3, 27). Τοῦτο ὑποδηλοῖ ὅτι τό ἀποστολικόν κήρυγμα εἶναι κήρυγμα μετανοίας, δικαιοσύνης καί ἁγιωσύνης εἰς Χριστόν ἐσταυρωμένον καί ἀναστάντα.

Ἡ ἁγία τοῦ Χριστοῦ Ἐκκλησία εὐγνωμόνως καί χρεωστικῶς τιμᾷ ἰδιαιτέρως τούς πρωτοκορυφαίους Ἀποστόλους, διότι οὗτοι ἐξόχως καί ἀποφασιστικῶς συνέβαλον εἰς τήν ἵδρυσιν «τῶν Ἐκκλησιῶν τῶν Ἐθνῶν», τουτέστιν τῶν λαῶν τῶν μή γνωριζόντων τήν ἐν τῷ Ὄρει Σινᾷ  καί τῷ προφήτῃ Μωϋσεῖ ἀποκαλυφθεῖσαν ἠθικήν Μονοθεϊστικήν θρησκείαν. Ἀκούσωμεν τοῦ Πέτρου λέγοντος ἐν τῇ ἐν Ἱεροσολύμοις Ἀποστολικῇ Συνόδῳ: «Ἀναστάς Πέτρος εἶπε πρός αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ὁ Θεός ἐν ἡμῖν ἐξελέξατο διά στόματός μου ἀκοῦσαι τά ἔθνη τόν λόγον τοῦ Εὐαγγελίου καί πιστεῦσαι. Καί ὁ καρδιογνώστης Θεός ἐμαρτύρησεν αὐτοῖς δούς αὐτοῖς τό Πνεῦμα τό Ἅγιον καθώς καί ἡμῖν», (Πράξ. 15, 7-8). Ὅσον δέ ἀφορᾷ εἰς τόν Παῦλον, οὗτος ἐξελέγη ὑπ’ αὐτοῦ τοῦ Κυρίου, τοῦ εἰπόντος: «σκεῦος ἐκλογῆς μοι ἔστιν οὗτος τοῦ βαστάσαι τό ὄνομά μου ἐνώπιον τῶν Ἐθνῶν», ( Πράξ. 9,15). Εἰς τήν πρός Ρωμαίους ἐπιστολήν του ὁ Παῦλος, ἐπιστέλλων ἀσπασμούς καί χαιρετισμούς εἰς τούς συνεργούς αὐτοῦ λέγει: «Ἀσπάσασθε τούς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ… οἷς οὐκ ἐγώ μόνος εὐχαριστῶ, ἀλλά καί πᾶσαι αἱ Ἐκκλησίαι τῶν Ἐθνῶν».

Εἰς τάς ἐπιστολάς αὐτῶν ὁ Πέτρος ἰδιαιτέρως καί ὁ Παῦλος ἀναπτύσσουν θεολογικῶς τόν θεανθρώπινον θεσμόν τῆς Ἐκκλησίας ὡς οἴκου πνευματικοῦ τοῦ Χριστοῦ ὄντος ἀκρογωνιαίου λίθου κατά Πέτρον, (Α΄ Πέτρ. 2, 4-5) καί ὡς σώματος Χριστοῦ καί τοῦ Χριστοῦ κεφαλῆς αὐτῆς κατά Παῦλον: «Καί αὐτόν [τόν Χριστόν] ἔδωκε κεφαλήν ὑπέρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστί τό σῶμα Αὐτοῦ, τό πλήρωμα τοῦ τά πάντα ἐν πᾶσι πληρουμένου». (Ἐφ 1,22-23). «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καί ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διά τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ», (Ἐφ. 3,10).

Σημειωτέον ὅτι ἡ διάκρισις τῶν ἁγίων Πρωτοκορυφαίων Ἀποστόλων ἐπ’ οὐδενί δύναται νά ἑρμηνευθῇ ὡς δῆθεν πνευματική ὑπεροχή ἐπί τῶν λοιπῶν ἁγίων Ἀποστόλων, καί τοῦτο διότι ἡ δωρεά τοῦ Ἁγίου Πνεύματος ὑπό τοῦ ἀναστάντος Ἰησοῦ Χριστοῦ εἰς τούς μαθητάς καί ἀποστόλους Αὐτοῦ ἐγένετο «τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταί συνηγμένοι», (Ἰωάν. 20, 19) ἄνευ τινός ποιοτικῆς ἤ ποσοτικῆς διακρίσεως. Ἑρμηνεύων τούς λόγους τοῦ Ἰησοῦ, εἰπόντος τοῖς μαθηταῖς Αὐτοῦ: «Λάβετε Πνεῦμα Ἅγιον», (Ἰωάν. 20,22), ὁ ἅγιος Κύριλλος Ἀλεξανδρείας λέγει: «Δέδωκε δέ ὁ Χριστός Πνεῦμα Ἅγιον, οὔ τισιν ἀνά μέρος, ἀλλά ὅλοις τοῖς μαθηταῖς».

Τούς μεγάλους τούτους φωστῆρας, Πέτρον, τήν πέτραν τῆς πίστεως καί Παῦλον, τόν ἀληθῆ διδάσκαλον καί μύστην τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἱκετεύσωμεν καί μετά τοῦ ὑμνῳδοῦ βοήσωμεν: «Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσατε, τοῖς ἑορτάζουσι πόθῳ τήν ἁγίαν μνήμην ὑμῶν», Ἀμήν. Ἔτη πολλά καί ὑγιεινά”.

Μετά τήν θείαν Λειτουργίαν ὁ φίλεργος ἐπιστάτης τῆς Μονῆς μοναχός Εἰρήναρχος παρέθεσε τράπεζαν εἰς τόν Μακαριώτατον καί τήν συνοδείαν Αὐτοῦ.

Σχετικά Άρθρα

Ο Πατριάρχης Ιεροσολύμων λειτούργησε στην Ι.Μ.Μεταμορφώσεως του Σωτήρος στο Όρος Θαβώρ

Facebook Twitter LinkedIn Pinterest Shares Τήν Κυριακήν, 15ην / 28ην Ἰουνίου 2020, ὁ Μακαριώτατος Πατήρ ἡμῶν καί Πατριάρχης Ἱεροσολύμων κ.κ. Θεόφιλος προεξῆρξε θείας Λειτουργίας εἰς τήν Ἱεράν Μονήν Μεταμορφώσεως τοῦ Σωτῆρος ἐν τῷ ὄρει Θαβώρ, ἔνθα καί ἐξεφώνησε ποιμαντικόν λόγον ὡς ἕπεται: «Μή οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα· πάντα γάρ ταῦτα […]

Δήλωση του Πρωθυπουργού Κυριάκου Μητσοτάκη κατά την άφιξή του στη Σύνοδο Κορυφής του Ευρωπαϊκού Συμβουλίου

Facebook Twitter LinkedIn Pinterest Shares Τους τελευταίους τρεις μήνες έχουμε κάνει μεγάλη πρόοδο για την εκπόνηση μίας φιλόδοξης απάντησης στην κρίση της Covid-19. Δεν υπάρχει απολύτως κανένας λόγος για τον οποίο δεν μπορούμε να φτάσουμε σε συμφωνία σε αυτή τη Σύνοδο. Αυτά που διακυβεύονται είναι οι αρχές της Ευρωπαϊκής ενότητας και της Ευρωπαϊκής αλληλεγγύης. Δεν […]

Pin It on Pinterest