Προσευχή επί Δυσκρασίας Ανέμων και Κλύδωνα Θαλάσσης
ΕΥΧΗ ΕΠΙ ΔΥΣΚΡΑΣΙΑΣ ΑΝΕΜΩΝ ΚΑΙ ΚΛΥΔΩΝΑ ΘΑΛΑΣΣΗΣ Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῷ ἐνυποστάτῳ καὶ ἀνάρχῳ σου Λόγω καὶ τῷ ζωοποιῷ καὶ ὁμοτίμῳ σου Πνεύματι ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ πάντα· ὁ θαλάσσης θέμενος ὅριον ψάμμον καὶ σταθμήσας ὄρη τε καὶ τὰς νάπας ζυγῷ· ὁ σπιθαμῇ μετρήσας οὐρανὸν καὶ δρακὶ συνέχων τὴν γῆν· ὁ μέτρα καὶ κανόνας καὶ ὅρους ἁρμονίας τε καὶ τάξεις τῇ ὁρωμένῃ καὶ αἰσθητῇ κτίσει ταύτῃ δοὺς καὶ καιρῶν ἀλλαγὰς καὶ τροπὰς ἡλίου, κράσεσι στοιχείων νεύματί σου ταύτην συνέχων ἀρρήτως καὶ πρὸς τὸ ἀπαθές τε ταὶ ἄλυπον διακυβερνῶν· αὐτός, πανάγαθε βασιλεῦ, τῇ ἐμφύτῳ καὶ συνήθει σου φιλανθρωπίᾳ καὶ ἀγαθότητι πάλιν χρησάμενος […]